Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία
σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά
τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι
κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου,
ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό
πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν
σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν
ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί,
Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό
θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν
γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη
σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις
τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι
ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν Σώτειρα ὤφθης τοῦ κόσμου, καὶ
διασῴζεις μητρικῇ πρεσβείᾳ Σου, πάντας τοὺς προστρέχοντας τῇ σεπτῇ Σου
Εἰκόνι, ἥ προσφόρως κέκληται, Διασῴζουσα, Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι
δαψιλῶς, τῶν Σῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ἡ
νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν Σου Κόρη Εἰκόνα,
καταπλουτοῦσα μέλπει Σου τὰ θαύματα· πάντας διασῴζεις γάρ τοὺς αὐτὴν
προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν
παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ διασῴζουσα.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν
Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω
καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί
νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα
καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου
καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην
καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καἰ ό Κανών, ού ή άκροστιχίς*
«Σώζε Διασωζουσα ημάς Κόρη. Γερασίμου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι Σου.
Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἡ Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν, Διασῴζουσα, χάριν Σου.
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις ἁγίοις, διανύειν εἰλικρινῶς, ἡμᾶς καταξίωσον, Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ Σου.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου, τὴν ταχεῖάν Σου ἀρωγήν καὶ πλήρου χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν, Διασῴζουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Διασῴζεις
ἀπαύστως, ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν
θείαν κλῆσίν σου· ᾧ Διασῴζουσα, ὅθεν τὴν Σὴν προστασίαν καὶ θερμὴν
ἀντίληψιν ἀνακηρύττομεν.
Ἰατρεύουσα πάθη, τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς Σου Εἰκόνος, χάρις σωτήριος, προφθάνει ἅπαντας, τοὺς ἐν κινδύνοις τελοῦντας, καὶ διώκει ἅπασαν ἐχθρῶν ἐπήρειαν.
Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός Σου ἐν Πάτμῳ Εἰκὼν Πανάχραντε, καθαγιάζουσα καὶ διασῴζουσα πάντας, Κόρη Διασῴζουσα, τοὺς ταύτῃ σπεύδοντας.
Σωτηρίαν καὶ ῥῶσιν, καὶ τῶν παθῶν ἴασιν καὶ ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερ ἐχαρίτωσας θείαν Εἰκόνα Σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα, φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν Σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ
Πάτμος ἐν Σοί, Παρθένε Διασῴζουσα, σκιρτᾷ μυστικῶς, τιμῶσα τὴν Εἰκόνα
Σου· ἐξ αὐτῆς λαμβάνει γάρ, τῆς λαμπρᾶς Σου εὐνοίας τὰς χάριτας καὶ τῶν
πολλῶν Σου θαυμάτων, Ἁγνή, κηρύττει ἀεὶ τὰ ἐνεργήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἡμᾶς ἐνδυνάμωσον, ἔργοις ἐναρέτοις, Θεοχαρίτωτε, καὶ πταισμάτων αἶτει ἄφεσιν, τοῖς θερμῶς προστρέχουσι τῇ σκέπῃ Σου.
Οἱ δεινοῖς ἐταζόμενοι, τῆς Διασῳζούσης Εἰκόνι δράμετε, ἵνα λάβητε τὴν ἴασιν, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.
Ὑπὲρ πᾶσαν λαμπρότητα, ἡ τῆς Εἰκόνος χάρις ἡ ἔνθεος ἀπαστράπτει, Διασῴζουσα, καὶ παθῶν ἐλαύνειν τὴν σκοτόμαιναν.
Σὲ ὡς εἶδεν ὁ δέσμιος, τῆς αἰχμαλωσίας ἄφνω λελύτρωται, τὸ Σὸν μέγα θαυματούργημα, μεγαλύνων Κόρη λαμπρῷ στόματι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, τῇ θερμῇ, Παρθένε, σκέπη Σου, ἐκ παντοίων τοῦ δολίου προσβολῶν, διασῴζουσα ἡμᾶς πάσης κακώσεως.
Ἅπας εὐσεβής, προσπελάζων τῇ Εἰκόνι Σου, Διασῴζουσα, πληροῦται χαρμονῆς καὶ κηρύττει Σου τὴν χάριν τὴν σωτήριον.
Ἤκουσας φωνῆς, γυναικὸς πασχούσης, Ἄχραντε, ᾖ καὶ ὤφθης ἐπιστάσα μυστικῶς καὶ τῆς νόσου ταύτην, Δέσποινα, ἀπήλλαξας.
Μόνον τὸ σεπτόν, ὄνομά Σου, Διασῴζουσα, ὡς φωνοῦμεν μετὰ πίστεως θερμῆς, ἐπελθόντων θλιβερῶν θᾶττον ῥυόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀγγέλων,
ἁγιωτέρα, Παρθένε, καθαγίασον ἡμῶν τὰς καρδίας, χαμαιπετῶν ἐννοιῶν καὶ
προσύλων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα Σου, τὴν ἀναβλύζουσαν ἀεί,
Διασῴζουσα, χάριν καὶ ἔλεος.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, θεραπεύεις, Διασῴζουσα Κόρη, καὶ ἐν Αἰγύπτῳ θανάτου ἐξαίρεις, τὸ κινδυνεῦον παιδίον, Πανύμνητε, ἐπιστασίᾳ Σου φρικτῇ, τῆς τεκούσης καμφθεῖσα τοῖς δάκρυσι.
Κινδύνοις, τοῖς χαλεποῖς συσχεθέντας καὶ νοσήμασι δεινῶς τρυχωμένους, ἐπισκοπῇ Σου ταχείᾳ λυτροῦσαι, καὶ τοῖς ἐγγὺς καὶ μακρὰν δίδως πάντοτε, τὴν σωματικήν Σου ἀρωγήν, καταλλήλως τῇ κλήσει Σου, Δέσποινα.
Ὁ θεῖος, καὶ φωτοφόρος ναός Σου, ὥσπερ κῆπος ἀνθηφόρος ὁρᾶται, ἔνθα ὡς ἄνθος ζωῆς ἡ Εἰκών Σου, εὐωδιάζει ταῖς Σαῖς ἀντιλήψεσιν· ἔνθεν ἡ Πάτμος εὐλαβῶς, Διασῴζουσα, σπεύδει τῇ σκέπῃ Σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα, φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν Σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ
φερωνύμῳ Σου κλήσει, Πανάχραντε, ὡς θησαυρὸς ἀκενώτου χρηστότητος,
διάσῳζε πάσης στενώσεως καὶ προσβολῶν τοῦ δολίου ἀλάστορος, ἡμᾶς τοὺς
πιστῶς Σὲ δοξάζοντας.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνοματός Σου, ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ.
Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ λαοῦ
Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους
Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν
ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν
μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον
Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν
Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ
κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί
ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν γυναιξί καί
εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα
ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ
φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν
ἀγαλλιάσει ἐν τῆ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι
ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε
Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό
πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπί τήν
ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί
ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας
τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα Τριᾶς η ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον
ἀναφαίρετον, τὴν θαυμαστήν Σου Εἰκόνα, Πάτμος ἡ περίφημος, θείᾳ εὐδοκίᾳ
Σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ, ἐξ αὐτῆς παρέχεις, τοῖς αἰτοῦσι τὰ
χαρίσματα, ἥν Διασῴζουσαν, ὄντως προσφυῶς ὀνομάζομεν, ὡς σῴζουσαν ἐκ
θλίψεως, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου, ἡμῖν τὴν
Σὴν βοήθειαν Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας Σου, τὰς ἐκφάνσεις,
Ἄχραντε.
Σῶσον ὀ Θεός τὸν Λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσι
δέδωκας Κόρη, γυναικὶ τῇ πασχούσῃ, ἐπιστασία Σου· οὕτω καὶ νῦν Παρθένε,
ἡμῶν τὰς ἀσθενείας, Διασῴζουσα, ἴασαι, καὶ εὐπράγια ἡμῖν, παράσχου ἐν
τῷ βίῳ.
Ἡ Σὴ χάρις Παρθένε, πανταχοῦ ἁπλουμένη, σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱ τυχόντες, τῶν εὐεργετημάτων, Διασῴζουσα σπεύδουσι, τῷ Σῷ ἁγίῳ ναῷ, αἰνοῦντές Σου τὴν δόξαν.
Γέρας εὕρατο μέγα, τὴν σεπτήν Σου Εἰκόνα, ἡ Πάτμος Δέσποινα· ἐντεῦθεν καρπουμένη, εὐνοίας Σου τὸν πλοῦτον, τὰ πολλά Σου θαυμάσια, ἀνακηρύττει ἀεί φωναῖς εὐχαριστίας.
Ἐκ δεινῆς ἀνομβρίας, καὶ παθῶν καταιγίδος, Θεοχαρίτωτε, καὶ πάσης δυσπραγίας, καὶ βλάβης καὶ μανίας, καὶ φθορᾶς ῥύου πάντοτε, τοὺς προσκυνοῦντας πιστῶς, τὴν θείαν Σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, θανατηφόρου κακίας, ὡς διέσωσας βεβαίου ἐκ θανάτου, τοὺς τῇ Σῇ Εἰκόνη, ἐν πίστει προσπεσόντας.
Ἀΰλῳ ὄψει, ὡς ὁρωμένη παρέχεις, τὰ αἰτήματα τοῖς Σὲ παρακαλοῦσι, οὕτω κᾀμοὶ δίδου, βοήθειαν ἐξ ὕψους.
Σώματος κόρας, ὡς ἐξιάσω Παρθένε, οὕτως ἄνοιξον τὸ ὄμμα τῆς ψυχῆς μου, ἵνα τὸ φῶς ἴδω, τῶν θείων προσταγμάτων.
Ἰσχὺν παράσχου, τοῖς ἀσθενέσι Παρθένε, καὶ ἀνάψυξιν τοῖς καταπονουμένοις, πίστει ἐξαιτοῦσι τὴν θείαν ἀρωγήν Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐφορῶσα, ταύτην Σου τὴν νῆσον, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα Σου, ὡς ἀσφαλὲς καταφύγιον, Διασῴζουσα.
Ὀμβρίζεις καθ’ ἑκάστην, τῆς Σῆς εὐσπλαγχνίας, οἷα νεφέλης ζωῆς δρόσον ἄϋλον, τοῖς καταφεύγουσι Κόρῃ, τῇ σῇ χρηστότητι.
Ὑφέρποντα δολίως, καθ’ ἡμῶν τὸν ὄφιν τὸν πονηρὸν, Διασῴζουσα, σύντριψον καὶ ἐν εἰρήνῃ, τὸν βίον ἡμῶν συντήρησον.
Ὑμνοῦμεν κατὰ χρέος, Κεχαριτωμένη, τὴν πρὸς ἡμᾶς ἀπροσμέτρητον χάριν Σου, ἥν μὴ ἐλίπῃς διδόνα ἡμῖν ἑκάστοτε.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρει
κεκτημένη ὡς θησαυρόν, ἡ Πάτμος Παρθένε, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐξ
ἧς τήν σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην καλοῦμεν, Δέσποινα,
Διασῴζουσαν.
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τῇ ἐπισκιάσει, τῶν ἀΰλων Σου δωρεῶν, Κεχαριτωμένη, τὴν θείαν Σου Εἰκόνα, διό ἄφεσιν πταισμάτων, πᾶσιν ἐξαίτησαι.
Σώζεις τοὺς τελοῦντας ἐν χαλεποῖς, κινδύνοις, Παρθένε, καὶ λυτροῦσαι πικρῶν παθῶν, καὶ χαρὰν παρέχεις καὶ πᾶσαν θείαν δόσιν, τοῖς Σὲ δοξολογοῦσιν, ὦ Διασῴζουσα.
Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς, Εἰκόνος Σου, Κόρη, ἐξελήλυθεν θαυμαστῶς, καὶ πᾶσι παρέχει, τοῖς πέλλα καὶ τοῖς πόῤῥω, χαρὰν καὶ σωτηρίαν, ὦ Διασῴζουσα.
Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δὲ ἐν τῇ γῇ καὶ ζωῆς ἀμέμπτου, εἰρήνην τε καὶ κτῆσιν, τοῖς πίστει προσιοῦσί Σοι, Διασῴζουσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι
τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ
μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός
Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς
εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας
τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ Θεοτόκε Εἰκόνι, καὶ προσκυνοῦντας
αὐτήν, σκέπε καὶ διάσῳζε ἐκ πάσης θλίψεως, καὶ παθῶν κατάστρεψον, τὸν
σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σὺ γὰρ σωτηρία καὶ
σκέπη, ὤφθης ἀληθῶς ἡμῖν, Κόρη· ὅθεν Διασῴζουσαν καλοῦμέν Σε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Σωτηρίαν βράβευσον τῷ Γερασίμῳ,
πιστῶς Διασῴζουσα Σὲ ἀνυμνοῦντι.
Ἕτερον.
Καὶ Ἱερεμίαν φύλαττε ἐκ κινδύνων,
ἐπιστατοῦντα προθύμως τὸν Ναόν Σου.
ΙΕΡΑ ΒΑΣΙΛΙΚΗ,ΠΑΤΡΙΑΡΧΙΚΗ
ΣΤΑΥΡΟΠΗΓΙΑΚΗ ΜΟΝΗ ΤΟΥ
ΜΕΓΑΛΟΥ ΘΕΟΛΟΓΟΥ
ΙΕΡΑ ΠΑΤΜΟΣ 2003.