Πέμπτη 2 Απριλίου 2020

Παρακλητικός Κανόνας για λοιμική ασθένεια Από Newsroom


: ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΨΑΛΛΟΜΕΝΟΣ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ «Κύριε εἰσάκουσον», μεθ᾿ ὃ τὸ «Θεὸς Κύριος»
καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ο῾ ἰατρὸς τῶν χαλεπῶς ἀσθενούντων, καὶ ἀντιλήπτωρ τῶν εἰς σὲ
ἐλπιζόντων, ὁ πάντας θέλων Κύριε, σωθῆναι τοὺς βροτούς, ἐφ᾿ ἡμᾶς
ἐπίβλεψον, ἀπὸ θρόνου σου δόξης, καὶ κραυγῆς ἐπάκουσον, ἐκ βαθέων
βοώσης· Ἐκ τοῦ λοιμοῦ ἀπάλλαξον ἡμᾶς, τῆς ἀπειλῆς ὡς Θεὸς
πολυεύσπλαγχνος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ
μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Ἀλλὰ καὶ νῦν προνοίᾳ
σου ἡμᾶς, τοῦ ἐπελθόντος λοιμοῦ διαφύλαξον.
Ὁ Ν´ καὶ ὁ ἱκετήριος Κανών, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης
Ὠιδῆς· «Κυρίλλου».
Ὠιδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Τριὰς Παναγία ὁ Εἷς Θεός, τὴν σὴν εὐσπλαγχνίαν, ἡμῖν δεῖξον τοῖς
ταπεινοῖς, καὶ παῦσον λοιμοῦ θανατηφόρου, τὴν ἐπελθοῦσαν πολύπονον
μάστιγα.
Λοιμοῦ ἐνεστῶτος ἐπιδρομή, συνέχει Οἰκτίρμων, τὰς καρδίας πάντων ἡμῶν·
πρόφθασον καὶ σῶσον τὸν λαόν σου, τὸν εἰς σὲ μόνον ἐλπίζοντα, Κύριε.
Εὐχαῖς Ἀποστόλων καὶ Προφητῶν, Μαρτύρων, Ὁσίων, θεοφόρων Ἱεραρχῶν,
ἵλαθι Οἰκτίρμων τοῦ λαοῦ σου, καὶ ἐκ λοιμοῦ τοῦ κινδύνου διάσωσον.
Θεοτοκίον.
Κυρία Παρθένε Μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, ἡμᾶς
ἐν λοιμοῦ τοῦ ἐνεστῶτος, τῇ περιστάσει χορήγει παράκλησιν.
Ὠιδὴ γ´. Οὐρανίας ἁψῖδος.
Στεναγμοὺς τῆς καρδίας, σῶν οἰκετῶν ἄκουσον, σπλάγχνοις ἐν πολλῶν
οἰκτριρμῶν σου, Εὔσπλαγχνε Κύριε, καὶ ἀποσόβησον, τῆς λοιμικῆς
ἀῤῥωστίας, τάχιστα τόν κίνδυνον, ἀπὸ τῶν τέκνων σου.
Ω῍ Τριὰς Παναγία! ὢ Ἀγαθὲ Κύριε! σὲ γονυπετοῦντες ἐν πίστει,
καθικετεύομεν· Δεῦρο ἐλέησον, τὰ πλάσματά σου Οἰκτῖρμον, καὶ λοιμοῦ
ἀπάλλαξον, λύμης καὶ θλίψεως.
Τὴν ταπείνωσιν ἴδε, σῶν οἰκετῶν Δέσποτα· ἄφες τὰς πολλὰς ἁμαρτίας,
ἡμῶν δεόμεθα, καὶ ῥῦσαι Δέσποτα, ἐκ τῆς παρούσης ἀνάγκης, γένος τὸ
ἀνθρώπινον, ὡς πολυεύσπλαγχνος.
Θεοτοκίον.
Υ῾περύμνητε Κόρη, ἡ τὸν Θεὸν τέξασα, τὸν τὰς ἀσθενείας καὶ νόσους,
βροτῶν βαστάσαντα, ἀτρώτους φύλαττε, ἐκ λοιμοφόρου ἀνάγκης, τοὺς
πιστοὺς ἱκέτας σου, τῇ προμηθείᾳ σου.
Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ
θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Α῾γία Τριάς, ὁ Εἷς Θεὸς καὶ Κύριος, τῆς βροτολοιγοῦς, ἐπιδραμούσης
θλίψεως, τὸν λαόν σου λύτρωσαι, τὴν ὑγείαν πᾶσι δωρούμενος· τοῦ σοῦ
ἐλέους πλήρης γὰρ ἡ γῆ, καὶ σοὶ προσκυνοῦμεν Παντοδύναμε.
Ὠιδὴ δ´. Εἰσακήκοα Κύριε.
Α᾿νεξάντλητον πέλαγος, οἰκτιρμῶν ὑπάρχων Εὔσπλαγχνε Κύριε, μὴ ἐάσῃς
ἀπολλύμενον, λοιμικῆς ἐκ νόσου τὸ ἀνθρώπινον.
Σοὶ δακρύοντες λέγομεν· Ἐπὶ τὸν λαόν σου Σῶτερ σπλαγχνίσθητι, καὶ τῆς
νόσου τὴν κατήφειαν, εἰς χαρὰν τελείαν μεταποίησον.
Φιλανθρώπως οἰκτείρησον· τῆς φωνῆς ἐπάκουσον ἡμῶν Δέσποτα, καὶ
διάσωσον ὡς εὔσπλαγχνος, ἀπὸ τῆς εὑρούσης ἡμᾶς θλίψεως.
Θεοτοκίον.
Ρ῾ῶσιν δίδου καὶ δύναμιν, ἐν τῇ ἐνεστώσῃ ἀνάγκῃ ἅπασι, τοῖς
προστρέχουσι τῇ σκέπῃ σου, Θεοτόκε Κόρη Ἀειπάρθενε.
Ὠιδὴ ε´. Φώτισον ἡμᾶς.
Α῎λλον σου Θεόν, οὐ γινώσκομεν καὶ Κύριον· σοῦ δεόμεθα ἀφάνισον ταχύ,
ἀσθενείας τὴν φορὰν ὡς Πολυέλεος.
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, Παντοδύναμε καὶ πλήθει
οἰκτιρμῶν, ἐν ὑγείᾳ τὴν ζωὴν ἡμῶν συντήρησον.
Δίκαιος εἶ σύ, καὶ δικαίᾳ εἶ ἡ κρίσις σου· Ἀλλὰ πρόφθασον Φιλάνθρωπε
ἡμᾶς, τῆς φονίου ἀσθενείας ἐξαιρούμενος.
Θεοτοκίον.
Ι῎δε συμπαθῶς, ἐφ᾽ ἡμᾶς Παρθένε Ἄχραντε, καὶ λοιμοῦ τῆς ἐπελθούσης
ἀπειλῆς, ἀνωτέραν τὴν ζωὴν ἡμῶν συντήρησον.
Ὠιδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Α᾿σθένειαν τὴν ἡμῶν Φιλάνθρωπε, ὁ φορέσας δι᾿ ἀφάτου ἀγάπης, τῆς
συνεχούσης ἡμᾶς ἀνυποίστως, ἐκ τοῦ λοιμοῦ χαλεποῦς ἀπογνώσεως,
ἀπάλλαξον ὡς ἀγαθός, παρορῶν τὰ ἡμῶν ἁμαρτήματα.
Θαυμάσια ὁ ποιῶν καὶ τέρατα, ἀριθμὸς ὧν οὐχ ὑπάρχει Οἰκτίρμων, τῆς
ἐπελθούσης δεινῆς ἀσθενείας, τὴν τρικυμίαν ἐν τάχει κατάπαυσον, καὶ
εἰς λιμένα γαληνόν, τῆς ὑγείας ἡμᾶς ἐγκαθόρμισον.
Βαλλόμενοι ἀπειλῇ Φιλάνθρωπε, τοῦ θανάτου ἐκ λοιμοῦ πανωλέθρου, σοὶ
καταφεύγομεν αἵροντες χεῖρας, ἱκετηρίους καὶ κλαίοντες κράζομεν·
Ἀπολλυμένους νῦν ἡμᾶς, Ἐπιστάτα Οἰκτῖρμον βοήθησον.
Θεοτοκίον.
Λαῷ σου, τῷ εὐσεβῶς δοξάζοντι, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τῇ
μητρικῇ σου στοργῇ καὶ ἀγάπῃ, Θεοκυῆτορ ἀπέργασαι ἵλεων, ἵνα
λυτρώσηται αὐτός, ἐκ λοιμοῦ τοὺς δι᾿ οὓς ἐνηνθρώπησεν.
Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ
θλίψεως, οὓς φιλανθρώπως σωθῆναι θέλεις ἀνθρώπους.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Φιλανθρωπίας σου δεῖξον τὴν ἄβυσσον, ἐπὶ πολὺ Παντοδύναμε Κύριε·
ἐλέησον, σῶσον, οἰκτείρησον, καὶ τοῦ λοιμοῦ τὸν λαόν σου ἀπάλλαξον,
ἱκέσιον ὕμνον σοι ᾄδοντα.
Προκείμενον. Ἦχος δ´.
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. η´ 1-4)
Τῷ καιρῷ ἐκείνῳ, καταβάντι τῷ Ἰησοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ
ὄχλοι πολλοί. Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν
θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ
Ἰησοῦς, λέγων· Θέλω καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον
τῷ ἱερεῖ καὶ προσήνεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον
αὐτοῖς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Δέσποτα Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, ὁ μὴ θέλων θάνατον, καὶ
ζωῆς τὸ πλήρωμα, χαριζόμενος, σὲ παροργίζομεν, ἀλλὰ σὲ καὶ μόνον, οἱ
ταλαίπωροι λατρεύομεν· εἰς σὲ ἐλπίζομεν, πλήν σου προστασίαν οὐκ
ἔχομεν· διό σοι καταφεύγομεν, καὶ ἐν μετανοίᾳ κραυγάζομεν· Τοῖς ἐν
ἁμαρτίαις, ἱλάσθητι Φιλάνθρωπε ἡμῖν, καὶ ἀσθενείας τῆς λαίλαπος, τὸν
λαόν σου λύτρωσαι.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Ὠιδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ε᾿πὶ σοὶ τῷ Κυρίῳ, τῷ ζωὴν χορηγοῦντι, ἡμεῖς ἐλπίζομεν· ἐκ ταύτης ἡμᾶς
σῶσον, τῆς λοιμικῆς ἀνάγκης, τῷ ἐλέει σου κράζοντας· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θαυμαστὰ καὶ μεγάλα, ὑπὲρ γένους ἀνθρώπων, ὁ ἐργαζόμενος, Φιλάνθρωπε
ἐκ λύμης, λοιμοῦ τοῦ ἐνεστῶτος, ἡμᾶς ῥῦσαι τοὺς ψάλλοντας· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ε᾿ν ὀδύνῃ μεγίστῃ, οἱ λοιμῷ βαρυτάτῳ, ἐπαπειλούμενοι, ἐλέησον βοῶμεν,
καὶ σῶσον Ζωοδότα, τὸν λαόν σου κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ἡ ἀφράστως τεκοῦσα, Παρθένε Ἄχραντες, λοιμοῦ
ἐπιδραμόντος, σφοδρῶς τῇ οἰκουμένῃ, τὴν ὁρμὴν ἀναχαίτισον, καὶ δὸς
γαλήνην ἡμῖν, χάριτι μητρικῇ σου.
Ὠιδὴ η´. Τὸν Βασιλέα.
Οἱ πεποιθότες, ἐπὶ σὲ μόνε Οἰκτῖρμον, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν·
Ῥῦσαι ἡμᾶς Σῶτερ, ἐκ τοῦ λοιμοῦ τῆς βλάβης.
Α᾿νάστα, σῶσον, τῆς ἐνεστώσης ἀνάγκης, τὸ ἀνθρώπινον· ἐλπὶς γὰρ σὺ εἶ
μόνη, τῶν ἐν νόσῳ Σῶτερ, δεινῶς χειμαζομένων.
Τὰς ἁμαρτίας, ἄφες ἡμῖν Ζωοδότα· ἐπικάμφθητι ἡμῶν τῇ ταπεινώσει, καὶ
δὸς τῷ λαῷ σου, ἀσφάλειαν ὑγείας.
Θεοτοκίον.
Ο῞ρμος γαλήνης, ἐν τρικυμίᾳ τῆς νόσου, τῆς εὑρούσης ἡμᾶς σφόδρα
Θεομῆτορ, ἡ χάρις γενέσθω, τῆς θείας σου πρεσβείας.
Ὠιδὴ θ’. Κυρίως Θεοτόκον.
Ε᾿ν τῷ ἐπικαλεῖσθαι, εἰσάκουσον Σῶτερ, τῶν οἰκετῶν σου ἐν θλίψει
βοώντων σοι, καὶ ἐξελοῦ ἐκ κινδύνου, ἡμᾶς λοιμώξεως.
Τῆς σῆς φιλανθρωπίας, τὴν ἄβυσσον δεῖξον, καὶ τὰ ἐλέη σου Σῶτερ
θαυμάστωσον, ἐξ ἀσθενείας λοιμώδους, ἡμᾶς ῥυόμενος.
Πρεσβείαις Χαραλάμπους, τοῦ Ἱεροάθλου, τῆς λοιμικῆς ἡμᾶς νόσου
ἀπάλλαξον, ἵνα δοξάζωμεν Σῶτερ, τὸ θεῖον κράτος σου.
Θεοτοκίον.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τοῖς
ἀσθενοῦσι τελείαν, τὴν ῥῶσιν δώρησον.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Δέσποτα Οἰκτῖρμον ὁ ἰατρὸς, ψυχῶν καὶ σωμάτων, σοῦ δεόμεθα ἐκτενῶς·
Ἄνες, ἄφες Σῶτερ, ἡμῶν τὰς ἁμαρτίας, καὶ σῶσον τῆς λοιμώδους, ὀργῆς
τοὺς δούλους σου.
Νόσου ἐνεστώσης βροτολοιγοῦς, ὁ φόβος συνέχει, τὰς καρδίας πάντων
ἡμῶν· πρόφθασον καὶ σῶσον, ἡμᾶς ἐκλιπαροῦντας, τὸ μέγα ἔλεος σου,
Εὔσπλαγχνε Κύριε.
Πρόβατα νομῆς σου πάντες ἡμεῖς, ὑπάρχομεν Σῶτερ, κἂν ἐν πλήθει
ἁμαρτιῶν· Μὴ ἐξουδενώσῃς, ἡμῶν τὴν ἱκεσίαν, ἀλλὰ τῆς ἀσθενείας, παῦσον
τὸν τάραχον.
Α᾿πὸ τοῦ αἰῶνος ὡς ἀληθῶς, ἕως τοῦ αἰῶνος, τὸ σὸν ἔλεος Ἀγαθέ· αὐτοῦ
οὖν τῷ πλήθει, τὸ πλῆθος τῶν ἀνθρώπων, τοῦ ἐπελθόντος ῥῦσαι, λοιμοῦ
Φιλάνθρωπε.
Νόσου ἐπωδύνου τῇ ἀπειλῇ, ἡμᾶς τοὺς ἀθλίους, ἐν τῷ θλίψεσθαι χαλεπῶς,
καὶ ἀπορουμένους, Κύριε μὴ παρίδῃς, ἀλλ᾿ ἐξελοῦ ταχέως, ἡμᾶς τῆς
θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι
ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις
μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ε῎κδεξον ὡς εὔσπλαγχνος ἡμᾶς, τοὺς χειμαζομένους τῷ φόβῳ, τῆς λοιμικῆς
ἀπειλῆς· πρόφθασον καὶ ποίησον, κατὰ τὸ ἔλεος, τὸ πολύ σου Φιλάνθρωπε,
μετὰ τῶν σῶν δούλων, ταύτην τὴν ἱκέσιον, φωνὴν δεχόμενος· Πρόσχες
οἰκτιρμῶν σου ἐν πλούτῳ, εἰς τὸ βοηθῆσαι λαῷ σου, ἐπὶ σὲ ἐκ πίστεως
ἐλπίζοντι.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ
τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων…
ΕΥΧΑΙ ΕΙΣ ΤΗΝ ΕΝΕΣΤΩΣΑΝ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ
Τοῦ Κυρίου δεηθῶμεν
Παντοκράτορ Κύριε, μακρόθυμε καί πολυέλεε, φιλάνθρωπε καί πολυεύσπλαχνε, ὁ τήν ἡμετέραν φύσιν εἰς τὸ εἶναι παραγαγών καὶ πεσοῦσαν αὐτὴν πάλιν ἐξαναστήσας καὶ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας Σωτῆρα καὶ Λυτρωτὴν καὶ εὐεργέτην, ἰατρεύοντα τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Αὐτὸς, Δέσποτα μακρόθυμε, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν, ἐν ἡμέρᾳ θλίψεως ἡμῶν, καὶ διάσωσον τὸν λαόν σου ἀπὸ τοῖς ἐπελθούσης λοιμοφόρου ἀπειλῆς· πᾶσα γὰρ τὴν οἰκουμένην, Κύριε, ὀδύνη καὶ φόβος κατέλαβε καὶ νὺξ θανάτου περιεκύκλωσεν ἡμᾶς, καὶ σὺ μόνος ἡ ἐλπὶς ἡμῶν· μνήσθητι τῶν ἀμέτρων σου οἰκτιρμῶν· δεῖξον ἐφ᾿ ἡμᾶς τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου· μὴ ἐάσῃς ἡμᾶς κατησχυμένους καὶ ἀπολλυμένους διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλ᾿ εἰσάκουσον φωνῆς δεήσεως ἡμῶν, ἧς ἐκ βαθέων κράζομεν πρὸς σέ, καὶ μὴ ἀποστρέψης τὸ πρόσωπόν σου, μηδὲ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ πλάσματός του· Βοηθὸς καὶ ῥύστης γενοῦ ἡμῖν, μὴ ἀποσκορακίσῃς ἡμᾶς, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ ἀνάστηθι καὶ λύτρωσαι ἡμᾶς· πρόφθασον τῇ συνήθει φιλανθρωπίᾳ σου, πάταξον τῆς λοιμικῆς ἀσθενείας τὴν δύναμιν, ταπείνωσον τὸ φρύαγμα αὐτῆς· τὴν ὀδύνην καὶ κατήφειαν αὐτῆς εἰς χαρὰν μεταποίησον καὶ τὴν γαλήνην τῶν ἀνθρώπων τῷ γένει πρυτάνευσον· ἐνίσχυσον τῷ βραχίονί σου τῷ ὑψηλῷ τοὺς ἐν τῇ διακονίᾳ τῆς ὑγείας τοῦ λαοῦ σου τεταγμένους· ἀνάστησον ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως τοὺς λοιμώξει περιπεσόντας, τὴν ὑγείαν αὐτοῖς χαριζόμενος· τὰς ψυχάς δε τῶν ἐκ τοῦ λοιμοῦ τὸ ζῆν ἐκμετρησάντων ἐν σκηναῖς Ἁγίων ἀνάπαυσον, παράκλησιν τοῖς οἰκείοις αὐτῶν δωρούμενος. Σὐ γὰρ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.